κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδεβροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμιςφόνου διαιρεῖν ὀξυμηνίτου δίκας·ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖςἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτωνπέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένεινπέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,φόνων δικαστὰς ὁρκίους αἱρουμένηθεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήριακαλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλταταἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.νῦν καταστροφαὶ νέωνθεσμίων, εἰ κρατή-σει δίκα τε καὶ βλάβατοῦδε ματροκτόνου.πάντας ἤδη τόδʼ ἔργον εὐχερεί-ᾳ συναρμόσει βροτούς·πολλὰ δʼ ἔτυμα παιδότρωταπάθεα προσμένει τοκεῦ-σιν μεταῦθις ἐν χρόνῳ.οὐδὲ γὰρ βροτοσκόπωνμαινάδων τῶνδʼ ἐφέρ-