βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰςτὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδεἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλαςσεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτωντῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσοςπρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίουσφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθαοἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλινἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼνεἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴμήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν