μένει γάρ. εὐμήχανοίτε καὶ τέλειοι, κακῶντε μνήμονες σεμναὶκαὶ δυσπαρήγοροι βροτοῖς,ἄτιμʼ ἀτίετα διόμεναιλάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳλάμπᾳ, δυσοδοπαίπαλαδερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.τίς οὖν τάδʼ οὐχ ἅζεταίτε καὶ δέδοικεν βροτῶν,ἐμοῦ κλύων θεσμὸντὸν μοιρόκραντον ἐκ θεῶνδοθέντα τέλεον; ἔτι δέ μοιμένει γέρας παλαιόν, οὐδʼ ἀτιμίαςκύρω, καίπερ ὑπὸ χθόνατάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.πρόσωθεν ἐξήκουσα κληδόνος βοὴνἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,ἐξαίρετον δώρημα Θησέως τόκοις·ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχονκαινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸςταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμέναςοὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶςπρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.