παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων.φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασιτιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός,ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸςτὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.βᾶτε δόμῳ, μεγάλαι φιλότιμοιΝυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ,εὐφαμεῖτε δέ, χωρῖται,γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν,καὶ τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι,εὐφαμεῖτε δὲ πανδαμεί.ἵλαοι δὲ καὶ σύμφρονες γᾷδεῦρʼ ἴτε, σεμναί, ξὺν πυριδάπτῳλαμπάδι τερπόμεναι καθʼ ὁδόν.ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.σπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκωνΠαλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπταςοὕτω Μοῖρά τε συγκατέβα.ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.