ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδαπατροκτόνους τε δωμάτων πορθήτορας.σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθηπάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶκαὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸνστέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδεἭλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόροντὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυσήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένοντόλμης ἕκατι κἀκδίκου φρονήματος.τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτονδροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,ξένων ἀπαιόλημα κἀργυροστερῆβίον νομίζων, τῷδέ τʼ ἂν δολώματιπολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴγένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.αἰαῖ αἰαῖ μελέων ἔργων·στυγερῷ θανάτῳ διεπράχθης.ἒ ἔ,μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοιφᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.