ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον.οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές.οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους.αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς.μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη.ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω.κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισετλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,βαρύδικος ποινά·ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονοςδιπλοῦς λέων, διπλοῦς Ἄρης.ἔλασε δʼ ἐς τὸ πᾶνὁ πυθόχρηστος φυγὰςθεόθεν εὖ φραδαῖσιν ὡρμημένος.