πῶς ἔχει; πῶς κέκρανται δόμοις;ἀποσταθῶμεν πράγματος τελουμένου,ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶνεἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου·οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν.Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατεὅπως τάχιστα, καὶ γυναικείους πύλαςμοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ,οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ;ἰοὺ ἰού.κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτηνἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλαςαὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία.φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳκείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμαοὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματατὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός·τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖςτὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς.ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;