Περσέως τʼ ἐν φρεσὶνκαρδίαν ἀνασχεθών,τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,τοῖς τʼ ἄνωθεν πρόπρασ-σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθενφόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼἐξαπολλύων μόρου.ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος·νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰςξένους μολόντας οὐδαμῶς ἐφίμερον,μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοιςγένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳτῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω;ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοιπεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένωνἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένοςὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα.ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον,εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαιτάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ,ὑπὸ δʼ εὐνοίαςπῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι;νῦν γὰρ μέλλουσι μιανθεῖσαιπειραὶ κοπάνων ἀνδροδαΐκτωνἢ πάνυ θήσειν Ἀγαμεμνονίωνοἴκων ὄλεθρον διὰ παντός,ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳδαίων ἀρχάς τε πολισσονόμουςπατέρων θʼ ἕξει μέγαν ὄλβον.τοιάνδε πάλην μόνος ὢν ἔφεδροςδισσοῖς μέλλει θεῖος Ὀρέστηςἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.ἒ ἔ, ὀτοτοτοῖ.ἔα ἔα μάλα·