ξυλλάβοι δʼ ἐνδίκωςπαῖς ὁ Μαίας, ἐπεὶ φορώτατοςπρᾶξιν οὐρίαν θέλων·πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά.ἄσκοπον δʼ ἔπος λέγωννύκτα πρό τʼ ὀμμάτων σκότον φέρει,καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.καὶ τότʼ ἤδη κλυτὸνδωμάτων λυτήριον,θῆλυν οὐριοστάταν οὐδʼὀξύκρεκτον γοα-τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ·ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ-τα δʼ ἀποστατεῖ φίλων.