πυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.τίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί,στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼνἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ·ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ.ἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρωνθεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.ὅδε τοι μελάθροις τοῖς βασιλείοιςτρίτος αὖ χειμὼνπνεύσας γονίας ἐτελέσθη.παιδοβόροι μὲν πρῶτον ὑπῆρξανμόχθοι τάλανές τε Θυέστου·δεύτερον ἀνδρὸς βασίλεια πάθη·λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶνπολέμαρχος ἀνήρ·νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,ἢ μόρον εἴπω;ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξειμετακοιμισθὲν μένος ἄτης;