φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.οὔτις μερόπων ἀσινὴς βίοτονδιὰ παντὸς ἀπήμονʼ ἀμείψει.ἒ ἔ,μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.ἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ,ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμουἐξωτέρω· φέρουσι γὰρ νικώμενονφρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβοςᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ.ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοιςκτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης,πατροκτόνον μίασμα καὶ θεῶν στύγος.καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαιτὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶπράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆςεἶναι, παρέντα δʼ—οὐκ ἐρῶ τὴν ζημίαν·τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένοςξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαιμεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον,πυρός τε φέγγος ἄφθιτον κεκλημένον,φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίανἄλλην τραπέσθαι Λοξίας ἐφίετο.καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰτάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω·ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος,ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.ἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμαφήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά,ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.ἆ, ἆ.δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκηνφαιοχίτωνες καὶ πεπλεκτανημέναι