ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχουδροίτης κατέχοντα χάμευναν.τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαιψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργωνμεγάλων ἀδίκως ἐπικρᾶναι;τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳσὺν δακρύοις ἰάπτωνἀληθείᾳ φρενῶν πονήσει;