Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.ὁ μὲν γὰρ ἦγε πάντʼ ἀπὸ φθογγῆς χαρᾷ,σὺ δʼ ἐξορίνας νηπίοις ὑλάγμασινἄξῃ· κρατηθεὶς δʼ ἡμερώτερος φανῇ.ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,ὃς οὐκ, ἐπειδὴ τῷδʼ ἐβούλευσας μόρον,δρᾶσαι τόδʼ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·ἐγὼ δʼ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαιἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνοραζεύξω βαρείαις οὔτι μοι σειραφόρονκριθῶντα πῶλον· ἀλλʼ ὁ δυσφιλὴς σκότῳλιμὸς ξύνοικος μαλθακόν σφʼ ἐπόψεται.τί δὴ τὸν ἄνδρα τόνδʼ ἀπὸ ψυχῆς κακῆςοὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν γυνὴχώρας μίασμα καὶ θεῶν ἐγχωρίωνἔκτεινʼ;Ὀρέστης ἆρά που βλέπει φάος,ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;ἀλλʼ ἐπεὶ δοκεῖς τάδʼ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχαεἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δʼ αἱρούμεθα.μηδαμῶς, ὦ φίλτατʼ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.ἀλλὰ καὶ τάδʼ ἐξαμῆσαι πολλά, δύστηνον θέρος.πημονῆς δʼ ἅλις γʼ ὑπάρχει· μηδὲν αἱματώμεθα.στείχετʼ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις τούσδεπρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδʼ ὡς ἐπράξαμεν.εἰ δέ τοι μόχθων γένοιτο τῶνδʼ ἅλις, δεχοίμεθʼ ἄν,δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.ὧδʼ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.ἀλλὰ τούσδʼ ἐμοὶ ματαίαν γλῶσσαν ὧδʼ ἀπανθίσαικἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,σώφρονος γνώμης θʼ ἁμαρτεῖν τὸν κρατοῦντά θʼ ὑβρίσαι.οὐκ ἂν Ἀργείων τόδʼ εἴη, φῶτα προσσαίνειν κακόν.ἀλλʼ ἐγώ σʼ ἐν ὑστέραισιν ἡμέραις μέτειμʼ ἔτι.οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρʼ ἀπευθύνῃ μολεῖν.οἶδʼ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.