αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρἈτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶτὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγεινδοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτέναςἔθρυπτʼ, ἄνωθενἀνδρακὰς καθήμενος.ἄσημα δʼ αὐτῶν αὐτίκʼ ἀγνοίᾳ λαβὼνἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.κἄπειτʼ ἐπιγνοὺς ἔργον οὐ καταίσιονᾤμωξεν, ἀμπίπτει δʼ ἀπὸ σφαγὴν ἐρῶν,μόρον δʼ ἄφερτον Πελοπίδαις ἐπεύχεται,λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.ἐκ τῶνδέ σοι πεσόντα τόνδʼ ἰδεῖν πάρα.κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.τρίτον γὰρ ὄντα μʼ ἐπὶ δυσαθλίῳ πατρὶσυνεξελαύνει τυτθὸν ὄντʼ ἐν σπαργάνοις·τραφέντα δʼ αὖθις ἡ δίκη κατήγαγεν.καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.Αἴγισθʼ, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.σὺ δʼ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,μόνος δʼ ἔποικτον τόνδε βουλεῦσαι φόνον·οὔ φημʼ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάραδημορριφεῖς, σάφʼ ἴσθι, λευσίμους ἀράς.σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενοςκώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺτῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδεςδύαι διδάσκειν ἐξοχώταται φρενῶνἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένωνοἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμαἀνδρὶ στρατηγῷ τόνδʼ ἐβούλευσας μόρον;καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.