οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειντοῦτο· πρὸς ἡμῶνκάππεσε, κάτθανε, καὶ καταθάψομεν,οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίωςθυγάτηρ, ὡς χρή,πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορονπόρθμευμʼ ἀχέωνπερὶ χεῖρε βαλοῦσα φιλήσει.ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους.δύσμαχα δʼ ἔστι κρῖναι.φέρει φέροντʼ, ἐκτίνει δʼ ὁ καίνων.μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸςπαθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;κεκόλληται γένος πρὸς ἄτᾳ.ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳχρησμόν. ἐγὼ δʼ οὖνἐθέλω δαίμονι τῷ Πλεισθενιδῶνὅρκους θεμένη τάδε μὲν στέργειν,δύστλητά περ ὄνθʼ· ὃ δὲ λοιπόν, ἰόντʼἐκ τῶνδε δόμων ἄλλην γενεὰντρίβειν θανάτοις αὐθένταισι.κτεάνων τε μέροςβαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοιμανίας μελάθρωνἀλληλοφόνους ἀφελούσῃ.ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρουςθεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,ἰδὼν ὑφαντοῖς ἐν πέπλοις, Ἐρινύωντὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,αὑτοῦ δʼ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.καὶ προστρόπαιος ἑστίας μολὼν πάλιντλήμων Θυέστης μοῖραν ηὕρετʼ ἀσφαλῆ,τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,