οὔτʼ ἀνελεύθερον οἶμαι θάνατοντῷδε γενέσθαι.οὐδὲ γὰρ οὗτος δολίαν ἄτηνοἴκοισιν ἔθηκʼ;ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν.τὴν πολυκλαύτην Ἰφιγενείαν,ἄξια δράσας ἄξια πάσχωνμηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,ξιφοδηλήτῳ,θανάτῳ τείσας ἅπερ ἦρξεν.ἀμηχανῶ φροντίδος στερηθεὶςεὐπάλαμον μέριμνανὅπα τράπωμαι, πίτνοντος οἴκου.δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆτὸν αἱματηρόν· ψακὰς δὲ λήγει.δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβηςπρὸς ἄλλαις θηγάναισι μοῖρα.