αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;μηδʼ ἐπιλεχθῇςἈγαμεμνονίαν εἶναί μʼ ἄλοχον.φανταζόμενος δὲ γυναικὶ νεκροῦτοῦδʼ ὁ παλαιὸς δριμὺς ἀλάστωρἈτρέως χαλεποῦ θοινατῆροςτόνδʼ ἀπέτεισεν,τέλεον νεαροῖς ἐπιθύσας.ὡς μὲν ἀναίτιος εἶτοῦδε φόνου τίς ὁ μαρτυρήσων;πῶς πῶς; πατρόθεν δὲ συλλή-πτωρ γένοιτʼ ἂν ἀλάστωρ.βιάζεται δʼ ὁμοσπόροιςἐπιρροαῖσιν αἱμάτωνμέλας Ἄρης, ὅποι δίκαν προβαίνωνπάχνᾳ κουροβόρῳ παρέξει.