μηδὲν θανάτου μοῖραν ἐπεύχουτοῖσδε βαρυνθείς·μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶνἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼἀξύστατον ἄλγος ἔπραξεν.δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-οισι Τανταλίδαισιν,κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶνκαρδιόδηκτον ἐμοὶ κρατύνεις.ἐπὶ δὲ σώματος δίκαν μοικόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμωςὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯νῦν δʼ ὤρθωσας στόματος γνώμην,τὸν τριπάχυντονδαίμονα γέννης τῆσδε κικλήσκων.ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸςνείρᾳ τρέφεται, πρὶν καταλῆξαιτὸ παλαιὸν ἄχος, νέος ἰχώρ.ἦ μέγαν οἰκονόμονδαίμονα καὶ βαρύμηνιν αἰνεῖς,φεῦ φεῦ, κακὸν αἶνον ἀτη-ρᾶς τύχας ἀκορέστου·ἰὴ ἰή, διαὶ Διὸςπαναιτίου πανεργέτα·τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;