καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖςφίλους πικρῶς ἤκουσαν αὐτανεψίοις·ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόουςἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼνλάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι.τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸςχάριν σέβεσθαι τιμιωτέραν χρεών.καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοιςπολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρεικακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως.ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς.τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς·θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.καρπώματα στάζοντα κηρύσσει Κύπριςκαλωρα κωλύουσαν θωσμένειν ἐρῶ,καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπιπᾶς τις παρελθὼν ὄμματος θελκτήριοντόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος.πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνοςπολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί,μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖςπράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρατὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε.μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός,τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ.εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.ἴτε μὰν ἀστυάνακταςμάκαρας θεοὺς γανάοντες πολιούχουςτε καὶ οἳ χεῦμʼ Ἐρασίνουπεριναίουσιν παλαιόν.ὑποδέξασθε δʼ ὀπαδοὶ