ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳστόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶςγόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμέναοὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμουγλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτοραςεὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσιθράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμουςπολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.τούτων τὰ λῷστα καὶ τὰ θυμηδέσταταπάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεταιψῆφος. τί τῶνδε κυριωτέρους μένεις;ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,δῖε Πελασγῶν.πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερονπατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοονκαὶ βούλαρχον. τοῦ γὰρ προτέραμῆτις, ὅπου χρὴ δώματα ναίεινκαὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖνψόγον ἀλλοθρόοιςεὔτυκος· εἴη δὲ τὰ λῷστα.σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳβάξει λαῶν ἐγχώρωντάσσεσθε, φίλαι δμωίδες, οὕτωςὡς ἐφʼ ἑκάστῃ διεκλήρωσενΔαναὸς θεραποντίδα φερνήν.ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,θύειν τε λείβειν θʼ, ὡς θεοῖς, Ὀλυμπίοις,σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.