εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε,λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν—πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχαὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν.ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι.ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης,ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων.οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματοςἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα;ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν;κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν·καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί.τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ;ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι.πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω.ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις;Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ.τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω;ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν.ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον.οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.ἀβουκόλητον τοῦτʼ ἐμῷ, φρονήματι.ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶςἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶςἥκειν γυναικῶν αὐτανέψιον στόλον;οὔτοι δικάζει ταῦτα μαρτύρων ὕποἌρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάροςπεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου.τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼνεἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶνἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.τοία δὲ δημόπρακτος ἐκ πόλεως μία