τάχα θέλεος ἀθέλεος,βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.βάτεαι βαθυμιτροκακὰ παθῶνὀλόμεναι παλάμαις.αἰαῖ αἰαῖ.αἲ γὰρ δυσπαλάμως ὄλοιοδιʼ ἁλίρρυτον ἄλσος,κατὰ Σαρπηδόνιονχῶμα πολύψαμμον ἀλαθεὶςΕὐρεΐαισιν αὔραις.ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς.Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ.ἴυζε καὶβόα, χέον πικρότερον οἰζύος νόμον.οἰοῖ οἰοῖ,λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκωνπερί, χάμψα, βρυάζεις·ὃς ἐπωπᾷ σʼ, ὁ μέγαςΝεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ-ψειεν ἄιστον ὕβριν.βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφονὅσον τάχιστα· μηδέ τις σχολαζέτω.ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται.οἰοῖ, πάτερ, βρέτεος ἄροςἀτᾷ μʼ·· ἅλαδʼ ἄγειἄραχνος ὡς βάδην.ὄναρ ὄναρ μέλαν,ὀτοτοτοτοῖ,μᾶ Γᾶ μᾶ Γᾶ, βοὰνφοβερὸν ἀπότρεπε,ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε·οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ.μαιμᾷ πέλας δίπους ὄφις·ἔχιδνα δʼ ὥς μέ τιςπόδα δακοῦσʼ ἔχει.ὀτοτοτοτοῖ,μᾶ Γᾶ μᾶ Γᾶ βοὰνφοβερὸν ἀπότρεπε,ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ.