νέφεσσι γειτονῶν Διός·τὸ πᾶν δʼ ἄφαντοςἀμπετὴς ἀιδνὸς ὡςκόνις ἄτερθε πτερύγων ὀλοίμαν.ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·κελαινόχρως δὲ πάλλεταί μου καρδία.πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.θέλοιμι δʼ ἂν μορσίμουβρόχου τυχεῖν ἐν ἀρτάναις,πρὶν ἄνδρʼ ἀπευκτὸντῷδε χριμφθῆναι χροΐ.πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-δεικτος οἰόφρων κρεμὰςγυπιὰς πέτρα, βαθὺπτῶμα μαρτυροῦσά μοι,πρὶν δαΐκτορος βίᾳκαρδίας γάμου κυρῆσαι;κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοιςὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·τὸ γὰρ θανεῖν ἐλευθεροῦ-ται φιλαιάκτων κακῶν. ἐλθέτωἐλθέτω μόρος, πρὸ κοί-τας γαμηλίου τυχών.ἀμφυγᾶς τίνʼ ἔτι πόροντέμνω γάμου λυτῆρα;ἴυζε δʼ ὀμφὰν οὐρανίανμέλεα μέλη λιτανὰ θεοῖς·τέλεα δέ πως πελόμενά μοιλύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ,βίαια μὴ φαιδρῶς ὁρῶνὄμμασιν ἐνδίκοις.σεβίζου δʼ ἱκέτας σέθεν,γαιάοχε παγκρατὲς Ζεῦ.γένος γὰρ Αἰγύπτειον ὕβρινδύσφορον ἀρσενογενὲςμετά με δρόμοισι διόμενοιφυγάδα μάταισι πολυθρόοις