θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ.ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένοςμάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα.δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδαςνῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳπολεῖ μελαγχίμῳ σὺν στρατῷ.πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίαςθάλπει βραχίονʼ εὖ κατερρινημένους.μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ.γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης.οὐλόφρονες, δὲ καὶ δολιομήτιδεςδυσάγνοις φρεσίν, κόρακες ὥστε, βω-μῶν ἀλέγοντες οὐδέν.καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ ὦ τέκνα,εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβηδείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ.περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένειμεμαργωμένοι κυνοθρασεῖς, θεῶνοὐδὲν ἐπαΐοντες.ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶνεἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλωνἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος.οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήριαἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαιςθαρσοῦσι ναῶν ποιμένες παραυτίκα,ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόναἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ.οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦκαλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲφρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν·πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεταιπόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίαςχθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;μέλας γενοίμαν καπνὸς