προμαθὶς εὐκοινόμητις ἀρχά.ξένοισί τʼ εὐξυμβόλους,πρὶν ἐξοπλίζειν Ἄρη,δίκας ἄτερ πημάτων διδοῖεν.θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶτίοιεν ἐγχωρίοις πατρῴαιςδαφνηφόροις βουθύτοισι τιμαῖς.τὸ γὰρ τεκόντων σέβαςτρίτον τόδʼ ἐν θεσμίοιςΔίκας γέγραπται μεγιστοτίμου.εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸςἀπροσδοκήτους τούσδε καὶ νέους λόγους.ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶτὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει·στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν,οἴακος εὐθυντῆρος ὑστάτου νεὼςἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη.πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοιςγυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν,καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρίαεὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόναστείλασα λαῖφος παγκρότως ἐρέσσεται.ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένωςπρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν.ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών.ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι,ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες.ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν.ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ,ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳθεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην.πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροιἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου.περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμωςπολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι.παροίχομαι, πάτερ, δείματι.ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα,