τάνδε πόλιν κενώσαι·μηδʼ ἐπιχωρίοις ἔριςπτώμασιν αἱματίσαι πέδον γᾶς.ἥβας δʼ ἄνθος ἄδρεπτονἔστω, μηδʼ Ἀφροδίταςεὐνάτωρ βροτολοιγὸς Ἄ-ρης κέρσειεν ἄωτον.καὶ γεραροῖσι πρε-σβυτοδόκοι γεμόν-των θυμέλαι φλεγόντων.τὼς πόλις εὖ νέμοιτοΖῆνα μέγαν σεβόντων,τὸν ξένιον δʼ ὑπερτάτως,ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.τίκτεσθαι δʼ ἐφόρους γᾶςἄλλους εὐχόμεθʼ ἀεί,Ἄρτεμιν δʼ Ἑκάταν γυναι-κῶν λόχους ἐφορεύειν.μηδέ τις ἀνδροκμὴςλοιγὸς ἐπελθέτωτάνδε πόλιν δαΐζων,ἄχορον ἀκίθαρινδακρυογόνον Ἄρηβοάν τʼ ἔνδημον ἐξοπλίζων.νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶνἵζοι κρατὸς ἀτερπής·εὐμενὴς δʼ ὁ Λύκειος ἔ-στω πάσᾳ νεολαίᾳ.καρποτελῆ δέ τοιΖεὺς ἐπικραινέτωφέρματι γᾶν πανώρῳ.πρόνομα δὲ βότʼ ἀγροῖςπολύγονα τελέθοι·τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.εὔφαμον δʼ ἐπὶ βωμοῖςμοῦσαν θείατʼ ἀοιδοί.ἁγνῶν τʼ ἐκ στομάτων φερέ-σθω φάμα φιλοφόρμιγξ.φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰςτὸ δάμιον, τὸ πτόλιν κρατύνει,