ἀμήχανον βόσκημα πημονῆς πέλειν.τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼςἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰςδῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλοςἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοιςεὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίουστόματος τιμὰς ἐπʼ ἀληθείᾳ,τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.νῦν ὅτε καί, θεοὶδιογενεῖς, κλύοιτʼ εὐ-κταῖα γένει χεούσας·μήποτε πυρίφατονγᾶν Πελασγίαν πόλιντὸν ἄκορον βοᾶς,κτίσαι μάχλον Ἄπη,τὸν ἀρότοις θερί-ζοντα βροτοὺς ἐν ἄλλοις,οὕνεκʼ ᾤκτισαν ἡμᾶς,ψῆφον δʼ εὔφρονʼ ἔθεντο,αἰδοῦνται δʼ ἱκέτας Διός,ποίμναν τάνδʼ ἀμέγαρτον·οὐδὲ μετʼ ἀρσένωνψῆφον ἔθεντʼ ἀτιμώ-σαντες ἔριν γυναικῶν,Δῖον ἐπιδόμενοιπράκτορά τε σκοπὸνδυσπολέμητον, ὃν οὐτίς ἂν δόμος ἔχοιἐπʼ ὀρόφων μιαί-νοντα; βαρὺς δʼ ἐφίζει.ἅζονται γὰρ ὁμαίμουςΖηνὸς ἵκτορας ἁγνοῦ.τοιγάρτοι καθαροῖσι βω-μοῖς θεοὺς ἀρέσονται.τοιγὰρ ὑποσκίωνἐκ στομάτων ποτά-σθω φιλότιμος εὐχά,μήποτε λοιμὸς ἀνδρῶν