λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳγείνατο παῖδʼ ἀμεμφῆ,διʼ αἰῶνος μακροῦ πάνολβον·ἔνθεν πᾶσα βοᾷ χθών,φυσιζόου γένος τόδεΖηνός ἐστιν ἀληθῶς·τίς γὰρ ἂν κατέπαυσεν Ἥ-ρας νόσους ἐπιβούλους;Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγωνἐξ Ἐπάφου κυρήσαις.τίνʼ ἂν θεῶν ἐνδικωτέροισινκεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξγένους παλαιόφρων μέγαςτέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζωντὸ μεῖον κρεισσόνων κρατύνει.οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.πάρεστι δʼ ἔργον ὡς ἔποςσπεῦσαί τι τῶν βούλιος φέρει φρήν.θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων·δήμου δέδοκται παντελῆ ψηφίσματα.ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοίἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοιςἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρουςκἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν·καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρωνἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγωνἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότονμέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνουπόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμαλέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν