λειμῶνα βούχιλον, ἔνθεν Ἰὼοἴστρῳ ἐρεθομέναφεύγει ἁμαρτίνοος,πολλὰ βροτῶν διαμειβομέναφῦλα, διχῇ δʼ ἀντίπορονγαῖαν ἐν αἴσᾳ διατέμ-νουσα πόρον κυματίαν ὁρίζει·ἰάπτει δʼ Ἀσίδος διʼ αἴαςμηλοβότου Φρυγίας διαμπάξ.περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,Λύδιά τε γύαλα,καὶ διʼ ὀρῶν ΚιλίκωνΠαμφύλων τε γένη διορνυμένακαί ποταμοὺς ἀενάουςκαὶ βαθύπλουτον χθόνα καὶτὰν Ἀφροδίτας πολύπυρον αἶαν.ἱκνεῖται δὴ σινουμένα βέλειβουκόλου πτερόεντοςΔῖον πάμβοτον ἄλσος,λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεταιΤυφῶ μένος,ὕδωρ τε Νείλου νόσοις ἄθικτον,μαινομένα πόνοις ἀτί-μοις ὀδύναις τε κεντροδα-λήτισι, θυιὰς Ἥρας.βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοιχλωρῷ δείματι θυμὸνπάλλοντʼ ὄψιν ἀήθη,βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,τὰν μὲν βοός,τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.καὶ τότε δὴ τίς ἦν ὁ θέλ-ξας πολύπλαγκτον ἀθλίανοἰστροδόνητον Ἰώ;διʼ αἰῶνος κρέων ἀπαύστουΖεὺςΔιὸς δʼ ἀπημάντῳ σθένεικαὶ θείαις ἐπιπνοίαιςπαύεται, δακρύων δʼ ἀπο-στάζει πένθιμον αἰδῶ.