στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼνναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίουςστείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίουςλιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.ἄναξ ἀνάκτων, μακάρωνμακάρτατε καὶ τελέωντελειότατον κράτος, ὄλβιε Ζεῦ,πιθοῦ τε καὶ γένει σῷἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖτὰν μελανόζυγʼ ἄταν.τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼνπαλαίφατον ἁμέτερονγένος φιλίας προγόνου γυναικὸςνέωσον εὔφρονʼ αἶνον,γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·Δῖαί τοι γένος εὐχόμεθʼ εἶναιγᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.παλαιὸν, δʼ εἰς ἴχνος μετέστανματέρος ἀνθονόμους ἐπωπάς,