λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ.εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—τί σοι περαίνει μηχανὴ συζωμάτων;νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.ἤκουσα μαστικτῆρα καρδίας λόγον.ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔποροντόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθενσταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότονἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼνβωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίωνθές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρπάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγοςἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδεὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίωνξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶνβωμοὺς προνάους καὶ πολισσούχων ἕδραςεὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεωςστείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένοςτρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.