πρόξενος· τὰν φυγάδα μὴ προδῷς,τὰν ἕκαθεν ἐκβολαῖςδυσθέοις ὀρμέναν·μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶνπολυθέων ῥυσια-σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.γνῶθι δʼ ὕβριν ἀνέρωνκαὶ φύλαξαι κότον.μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖνἀπὸ βρετέων βίᾳδίκας ἀγομένανἱππηδὸν ἀμπύκων,πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,ὁπότερʼ ἂν κτίσῃς,μένει ἄρ ἐκτίνεινὁμοιΐαν θέμιν.τάδε φράσαι δίκαια Διόθεν κράτη.καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγανπᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφοςστρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμουγένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν·καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,γένοιτο μύθου μῦθος ἂν θελκτήριοςἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήριαθεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαιθέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶνεἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων.ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλωντάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—