δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν.τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει,φύλακα πολυπόνωνβροτῶν, οἳ τοῖς πέλας προσήμενοιδίκας οὐ τυγχάνουσιν ἐννόμου.μένει τοι Ζηνὸς ἱκταίου κότοςδυσπαραθέλκτους παθόντος οἴκτοις.εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεννόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένουςεἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι;δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριοςκράτεσιν ἀρσένων. ὕπαστρον δέ τοιμῆχαρ ὁρίζομαι γάμου δύσφρονοςφυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκανκρῖνε σέβας τὸ πρὸς θεῶν.οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδεπράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτεεἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖΖεὺς ἑτερορρεπής, νέμων εἰκότωςἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-γεῖς τὸ δίκαιον ἔρξας;δεῖ τοι βαθείας φροντίδος σωτηρίου,δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖνδεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,καὶ μήτε δῆρις ῥυσίων ἐφάψεταιμήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμέναςἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸνβαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;φρόντισον καὶ γενοῦπανδίκως εὐσεβὴς