πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.Παλαίχθονος τέκος, κλῦθί μουπρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραιςἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-κε φράζουσα βοτῆρι μόχθους.ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιοννεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν.εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων.μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλεινεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις.ἴδοιτο δῆτʼ ἄνατον φυγὰνἱκεσία Θέμις Διὸς κλαρίου.σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων·ποτιτρόπαιον αἰδόμενος οὖνπερἱεροδόκαθεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ.οὔτοι κάθησθε δωμάτων ἐφέστιοιἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις,ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη.ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος,ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι.σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.πρύτανις ἄκριτος ὤν,κρατύνεις βωμόν, ἑστίαν χθονός,μονοψήφοισι νεύμασιν σέθεν,μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέοςπᾶν ἐπικραίνεις· ἄγος φυλάσσου.ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις,ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ.οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς.ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας