πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ;φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.ποῖον πανόπτην οἰοβουκόλον λέγεις;Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;βοηλάτην μύωπα κινητήριον.οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένοςπράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸςτἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματαλιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴνκέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.