ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅροςὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδεπάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίαςἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνατήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασινχρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχηδρακονθόμιλον δυσμενῆ ξυνοικίαν.τούτων ἄκη τομαῖα καὶ λυτήριαπράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶμνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήριαγένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένοςἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραιγυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποιςεἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσινεἶναι καμήλοις ἀστραβιζούσας, χθόναπαρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασαὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲἸὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα.