συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίανσέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδωνἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάραἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼνφύγῃ ματαίων αἰτίας, πράξας τάδε.κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος,Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολονπέπλοισι βαρβάροισι καὶ πυκνώμασιχλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶςἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖνἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρωνκεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονοςἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμονγένος Πελασγῶν τήνδε καρποῦται χθόνα.καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεταιΣτρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.