παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετεπιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼναἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόονλεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέταιὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένοςὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκοςἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖςἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπηξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνωνἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳγένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθενκεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.κείνου θέλοντος εὖ τελευτήσει τάδε.καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.