μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶνἐχέτω, μηδʼ ἔτι Νείλουπροχοὰς σέβωμεν ὕμνοις.ποταμοὺς δʼ οἳ διὰ χώραςθελεμὸν πῶμα χέουσιν πολύτεκνοι,λιπαροῖς χεύμασι γαίαςτόδε μειλίσσοντες οὖδας.ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰστόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκαςγάμος ἔλθοι Κυθερείας·στυγίων πέλοι τόδʼ ἆθλον.Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρωνδύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ.τίεται δʼ αἰολόμητιςθεὸς ἔργοις ἐπὶ σεμνοῖς.μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισινΠόθος ᾇ τʼ οὐδὲν ἄπαρνοντελέθει θέλκτορι Πειθοῖ.δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίταςψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων.φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγηπολέμους θʼ αἱματόεντας προφοβοῦμαι.τί ποτʼ εὔπλοιαν ἔπραξανταχυπόμποισι διωγμοῖς;ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν.Διὸς οὐ παρβατός ἐστινμεγάλα φρὴν ἀπέρατος·μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰπροτερᾶν πέλοι γυναικῶν.ὁ μέγας Ζεὺς ἀπαλέξαιγάμον Αἰγυπτογενῆ μοι.τὸ μὲν ἂν βέλτατον εἴη·σὺ δὲ θέλγοις ἂν ἄθελκτον.σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον.τί δὲ μέλλω φρένα Δίανκαθορᾶν, ὄψιν ἄβυσσον;μέτριον νῦν ἔπος εὔχου·τίνα καιρόν με διδάσκεις;τὰ θεῶν μηδὲν ἀγάζειν.Ζεὺς ἄναξ ἀποστεροί-