ἵνα δὲ πολὺ μᾶλλον αἴσθηταί τις, ὅσην ἔχει ῥώμην ἡ συνθετικὴ δύναμις ἔν τε ποιήμασι καὶ λόγοις, λήψομαί τινας εὖ ἔχειν δοκούσας λέξεις, ὧν τὰς ἁρμονίας μεταθεὶς ἀλλοῖα φαίνεσθαι ποιήσω καὶ τὰ μέτρα καὶ τοὺς λόγους. λαμβανέσθω δὲ πρῶτον μὲν ἐκ τῶν Ὁμηρικῶν ταῦτα· ἀλλʼ ἔχεν ὥστε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄροιτο. τοῦτο τὸ μέτρον ἡρῷόν ἐστιν ἑξάπουν τέλειον, κατὰ δάκτυλον πόδα βαινόμενον. ἐγὼ δὴ τῶν ὀνομάτων τούτων μετακινήσας τὴν σύνθεσιν τοὺς αὐτοὺς στίχους ἀντὶ μὲν ἑξαμέτρων ποιήσω τετραμέτρους, ἀντὶ δὲ ἡρωϊκῶν προσοδιακοὺς τὸν τρόπον τοῦτον· ἀλλʼ ἔχεν ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθής, ἥ τις εἴριον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει ἰσάζουσʼ, ἵνʼ ἀεικέα παισὶν ἄροιτο μισθόν. τοιαῦτά ἐστι τὰ πριάπεια, ὑπό τινων δʼ ἰθυφάλλια λεγόμενα ταυτί· οὐ βέβηλος, ὦ τελέται τοῦ νέου Διονύσου ... κἀγὼ δʼ ἐξ εὐεργεσίης ὠργιασμένος ἥκω. ἄλλους πάλιν λαβὼν στίχους Ὁμηρικούς, οὔτε προσθεὶς αὐτοῖς οὐδὲν οὔτε ἀφελών, τὴν δὲ σύνθεσιν ἀλλάξας μόνον ἕτερον ἀποδώσω γένος τὸ τετράμετρον καλούμενον Ἰωνικόν· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθείς, αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς. τοιαῦτʼ ἐστὶ τὰ Σωτάδεια ταυτί· ἔνθʼ οἳ μὲν ἐπʼ ἄκραισι πυραῖς νέκυες ἔκειντο γῆς ἐπὶ ξένης, ὀρφανὰ τείχεα προλιπόντες Ἑλλάδος ἱερῆς καὶ μυχὸν ἑστίης πατρῴης, ἥβην τʼ ἐρατὴν καὶ καλὸν ἡλίου πρόσωπον.ἐδυνάμην δʼ ἂν ἔτι πολλὰς ἰδέας μέτρων καὶ διαφόρους εἰς τὸν ἡρωϊκὸν ἐμπιπτούσας στίχον ἐπιδεικνύναι, τὸ δʼ αὐτὸ καὶ τοῖς ἄλλοις ὀλίγου δεῖν πᾶσι συμβεβηκὸς μέτροις τε καὶ ῥυθμοῖς ἀποφαίνειν, ὥστε τῆς μὲν ἐκλογῆς τῶν ὀνομάτων τῆς αὐτῆς μενούσης, τῆς δὲ συνθέσεως μόνης μεταπεσούσης τά τε μέτρα μεταρρυθμίζεσθαι καὶ συμμεταπίπτειν αὐτοῖς τὰ σχήματα, τὰ χρώματα, τὰ ἤθη, τὰ πάθη, τὴν ὅλην τῶν ποιημάτων ἀξίωσιν· ἀλλʼ ἀναγκασθήσομαι πλειόνων ἅψασθαι θεωρημάτων, ὧν ἔνια ὀλίγοις πάνυ ἐστὶ γνώριμα. ἐπὶ πολλῶν δʼ ἴσως καὶ οὐχ ἥκιστα ἐπὶ τῶν τοιούτων καλῶς ἂν ἔχοι τὰ Εὐριπίδεια ταῦτα ἐπενεγκεῖν· μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις σεμνύνεσθαι παρʼ ὁμοίοις. ταῦτα μὲν οὖν ἐάσειν μοι δοκῶ κατὰ τὸ παρόν. ὅτι δὲ καὶ ἡ πεζὴ λέξις τὸ αὐτὸ δύναται παθεῖν τῇ ἐμμέτρῳ μενόντων μὲν τῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, πάρεστι τῷ βουλομένῳ σκοπεῖν. λήψομαι δʼ ἐκ τῆς Ἡροδότου λέξεως τὴν ἀρχὴν τῆς ἱστορίας, ἐπειδὴ καὶ γνώριμός ἐστι τοῖς πολλοῖς, μεταθεὶς τὸν χαρακτῆρα τῆς διαλέκτου μόνον. Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δʼ Ἀλυάττου, τύραννος δʼ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· ὃς ῥέων ἀπὸ μεσημβρίας μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίησι πρὸς βορέαν ἄνεμον εἰς τὸν Εὔξεινον καλούμενον πόντον . μετατίθημι τῆς λέξεως ταύτης τὴν ἁρμονίαν, καὶ γενήσεταί μοι οὐκέτι ὑπαγωγικὸν τὸ πλάσμα οὐδʼ ἱστορικόν, ἀλλʼ ὀρθὸν μᾶλλον καὶ ἐναγώνιον· Κροῖσος ἦν υἱὸς μὲν Ἀλυάττου, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων μεταξὺ Σύρων καὶ Παφλαγόνων εἰς τὸν Εὔξεινον καλούμενον πόντον ἐκδίδωσι πρὸς βορέαν ἄνεμον. οὗτος ὁ χαρακτὴρ οὐ πολὺ ἀπέχειν ἂν δόξειεν τῶν Θουκυδίδου τούτων· Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον· προσοικοῦσι δʼ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυρικὸν ἔθνος.πάλιν δὲ ἀλλάξας τὴν αὐτὴν λέξιν ἑτέραν αὐτῇ μορφὴν ἀποδώσω τὸν τρόπον τοῦτον· Ἀλυάττου μὲν υἱὸς ἦν Κροῖσος, γένος δὲ Λυδός, τῶν δʼ ἐντὸς Ἅλυος ποταμοῦ τύραννος ἐθνῶν· ὃς ἀπὸ μεσημβρίας ῥέων Σύρων τε καὶ Παφλαγόνων μεταξὺ πρὸς βορέαν ἐξίησιν ἄνεμον ἐς τὸν καλούμενον πόντον Εὔξεινον . Ἡγησιακὸν τὸ σχῆμα τοῦτο τῆς συνθέσεως, μικρόκομψον, ἀγεννές, μαλθακόν· τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ἁνὴρ τοιαῦτα γράφων· ἐξ ἀγαθῆς ἑορτῆς ἀγαθὴν ἄγομεν ἄλλην. ἀπὸ Μαγνησίας εἰμὶ τῆς μεγάλης Σιπυλεύς. οὐ γὰρ μικρὰν εἰς Θηβαίων ὕδωρ ἔπτυσεν ὁ Διόνυσος· ἡδὺ μὲν γάρ ἐστι, ποιεῖ δὲ μαίνεσθαι. ἅλις ἔστω παραδειγμάτων. ἱκανῶς γὰρ οἴομαι πεποιηκέναι φανερὸν ὃ προὔκειτό μοι, ὅτι μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι, τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας ὑακινθίνῳ ἄνθει ὁμοίας. αὕτη τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δʼ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτʼ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα. τοῖς μὲν οὖν ἀρχαίοις ὀλίγου δεῖν πᾶσι πολλὴ ἐπιτήδευσις ἦν αὐτοῦ, παρʼ ὃ καὶ καλά ἐστιν αὐτῶν τά τε μέτρα καὶ τὰ μέλη καὶ οἱ λόγοι· τοῖς δὲ μεταγενεστέροις οὐκέτι πλὴν ὀλίγων· χρόνῳ δʼ ὕστερον παντάπασιν ἠμελήθη καὶ οὐδεὶς ᾤετο δεῖν ἀναγκαῖον αὐτὸ εἶναι οὐδὲ συμβάλλεσθαί τι τῷ κάλλει τῶν λόγων·