πολύ τε γὰρ μᾶλλον ἐμοὶ δοκεῖ προσήκειν ἀνδρὶ κατασκευάζοντι λόγους πολιτικοὺς μνημεῖα τῆς ἑαυτοῦ δυνάμεως αἰώνια μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν, ἢ ζῳγράφων τε καὶ τορευτῶν παισὶν ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας καὶ πόνους ἀποδεικνυμένοις περὶ τὰ φλέβια καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τῆς τέχνης τὴν ἀκρίβειαν. τούτοις τε δὴ τοῖς λόγοις χρώμενος δοκεῖ μοί τις ἂν οὐδὲν ἔξω τοῦ εἰκότος ἀξιοῦν καὶ ἔτι ἐκεῖνα εἰπών, ὅτι μειράκιον μὲν ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου τε καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ἤδη ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἢ ποίησις τὸ τέλος· αὐτίκα οἱ κιθαρίζειν τε καὶ ψάλλειν καὶ αὐλεῖν ἄκρως εἰδότες ὅταν κρούσεως ἀκούσωσιν ἀσυνήθους, οὐ πολλὰ πραγματευθέντες ἀπαριθμοῦσιν αὐτὴν εὐθὺς ἐπὶ τῶν ὀργάνων ἅμα νοήσει· μανθάνοντες δέ γε χρόνῳ τε πολλῷ καὶ πόνῳ τὰς δυνάμεις τῶν φθόγγων ἀναλαμβάνουσιν, καὶ οὐκ εὐθὺς αἱ χεῖρες αὐτῶν ἐν ἕξει τοῦ δρᾶν τὰ παραγγελλόμενα ἦσαν, ὀψὲ δέ ποτε καὶ ὅτε ἡ πολλὴ ἄσκησις αὐταῖς εἰς φύσεως ἰσχὺν κατέστησε τὸ ἔθος, τότε τῶν ἔργων ἐγένοντο ἐπιτυχεῖς. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; ὃ γὰρ ἅπαντες ἴσμεν, ἀπόχρη καὶ πᾶσαν αὐτῶν διακόψαι τὴν φλυαρίαν. τί δʼ ἐστὶ τοῦτο; τὰ γράμματα ὅταν παιδευώμεθα, πρῶτον μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθʼ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε λέγω καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια τούτοις·ὅταν δὲ τὴν τούτων ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον· ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων καὶ περὶ τὴν εὐέπειαν τῶν κώλων ὑποληπτέον γίνεσθαι παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου. τοὺς δὲ τούτου ἀπείρους ἢ ἀτριβεῖς ἔργου ὁτουοῦν θαυμάζειν καὶ ἀπιστεῖν, εἴ τι κεκρατημένως ὑφʼ ἑτέρου γίνεται διὰ τέχνης, οὐκ ἄλογον. πρὸς μὲν οὖν τοὺς εἰωθότας χλευάζειν τὰ παραγγέλματα τῶν τεχνῶν ταῦτα εἰρήσθω.