Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήιτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, Ὠκαλέην Μεδεῶνά τʼ ἐυκτίμενον πτολίεθρον. ἐν εἰδόσι λέγων οὐκ οἴομαι πλειόνων δεῖν παραδειγμάτων. ἅπας γάρ ἐστιν ὁ κατάλογος αὐτῷ τοιοῦτος καὶ πολλὰ ἄλλα, ἐν οἷς ἀναγκασθεὶς ὀνόματα λαμβάνειν οὐ καλὰ τὴν φύσιν ἑτέροις αὐτὰ κοσμεῖ καλοῖς καὶ λύει τὴν ἐκείνων δυσχέρειαν τῇ τούτων εὐμορφίᾳ. καὶ περὶ μὲν τούτων ἅλις.