τὰ μὲν δὴ περὶ τὸ πραγματικὸν μέρος ἁμαρτήματά τε καὶ κατορθώματα τοῦ συγγραφέως ταῦτά ἐστι. τὰ δὲ περὶ τὸ λεκτικόν, ἐν ᾧ μάλιστα ὁ χαρακτὴρ αὐτοῦ διάδηλός ἐστι, μέλλω νυνὶ λέγειν. ἀνάγκη δὲ ἴσως καὶ περὶ ταύτης τῆς ἰδέας προειπεῖν, εἰς πόσα τε μέρη διαιρεῖσθαι πέφυκεν ἡ λέξις καὶ τίνας περιείληφεν ἀρετάς· ἔπειτα δηλῶσαι, πῶς ἔχουσαν αὐτὴν ὁ Θουκυδίδης παρὰ τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων παρέλαβε, καὶ τίνα μέρη πρῶτος ἁπάντων ἐκαίνωσεν, εἴ τʼ ἐπὶ τὸ κρεῖττον εἴ τʼ ἐπὶ τὸ χεῖρον, μηδὲν ἀποκρυψάμενον.