τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γʼ οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δʼ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;