ἤρξατο μὲν οὖν ἡ νόσος περὶ τὰς καλάνδας τοῦ Σεπτεμβρίου μηνός, διέμεινε δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὅλον, ἅπασαν ὁμοίως καταλαμβάνουσα καὶ διεργαζομένη φύσιν τε καὶ ἡλικίαν. γενομένης δὲ τοῖς πλησιοχώροις γνώσεως τῶν κατεχόντων τὴν Ῥώμην κακῶν, καλὸν ἡγησάμενοι καιρὸν εἶναι Αἰκανοί τε καὶ Οὐολοῦσκοι καταλῦσαι τὴν ἀρχὴν αὐτῆς, συνθήκας τε καὶ ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους περὶ συμμαχίας· καὶ παρασκευασάμενοι τὰ εἰς πολιορκίαν ἐπιτήδεια, ὡς εἶχον ἀμφότεροι τάχους, ἐξῆγον τὰς δυνάμεις.ἵνα δὲ τὴν ἀπὸ τῶν συμμάχων ἀφέλοιντο τῆς Ῥώμης ἐπικουρίαν εἰς τὴν Λατίνων τε καὶ Ἑρνίκων γῆν πρῶτον ἐνέβαλον. ἀφικομένης δὲ πρεσβείας ἐπὶ τὴν βουλὴν ἀφʼ ἑκατέρου τῶν πολεμουμένων ἐθνῶν ἐπὶ συμμαχίας παράκλησιν ὁ μὲν ἕτερος τῶν ὑπάτων Λεύκιος Αἰβούτιος ἐκείνην ἔτυχε τὴν ἡμέραν τεθνηκώς, Πόπλιος δὲ Σερουίλιος ἐγγὺς ὢν τοῦ θανάτου· ὃς ἔτι ὀλίγον ἐμπνέων συνεκάλειτὴν βουλήν. τῶν δʼ οἱ πλείους ἡμιθνῆτες ἐπὶ κλινιδίων κομισθέντες καὶ συνεδρεύσαντες ἀπεκρίναντο τοῖς παροῦσιν ἀγγέλλειν τοῖς σφετέροις, ὅτι διὰ τῆς ἑαυτῶν ἀρετῆς τοὺς πολεμίους ἀμύνεσθαι ἡ βουλὴ αὐτοῖς ἐπιτρέπει, μέχρις ἂν ὁ ὕπατος ῥαίσῃ, καὶ ἡσυναγωνιουμένη δύναμις αὐτοῖς συναχθῇ. ταῦτα Ῥωμαίων ἀποκριναμένων Λατῖνοι μὲν ὅσα ἠδυνήθησαν ἐκ τῶν ἀγρῶν εἰς τὰς πόλεις ἀνασκευασάμενοι φυλακὴν ἐποιοῦντο τῶν τειχῶν, τὰ δʼ ἄλλα περιεώρων ἀπολλύμενα. Ἕρνικες δὲ δυσανασχετοῦντες ἐπὶ τῇ λύμῃ καὶ διαρπαγῇ τῶν ἀγρῶν, ἀναλαβόντες τὰ ὅπλα ἐξῆλθον. ἀγωνισάμενοι δὲ λαμπρῶς καὶ πολλοὺς μὲν ἀποβαλόντες τῶν σφετέρων, πολλῷ δʼ ἔτι πλείους ἀποκτείναντες τῶν πολεμίων, ἐκβιασθέντες εἰς τὰ τείχη κατέφυγον, καὶ οὐκέτι μάχης ἐπειρῶντο.Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο. διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους. ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο.ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γʼ αὐτῆς ἠδυνήθησαν· ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος· καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπʼ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς· τὰ δʼ ὑπὸ τοῦ Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δʼ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας· ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις.ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν. τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν· τεῖχος δʼ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι.τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστʼ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος· ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότʼ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς. οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον. ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τʼ ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους ὑπερθεμένου καιρούς.προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν· καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδʼ, εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας· νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός· αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τʼΑἰκανοὺς καὶ Οὐολούσκους. τὸ δʼ αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός. ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφʼ ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότʼ ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον· ἡ δʼ ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή