ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφʼ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δʼ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους.πρὸς ταῦτʼ ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα — ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο οὐδὲν ὑγιὲς φρονοῦντες — φυλακὴν ἑτέραν πέμψαι, ἣ ἔμελλε διʼ ἀσφαλείας ἕξειν τὴν πόλιν· ἐπὶ δʼ Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον Φούριον· καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἡ ἔξοδος.οἱ δʼ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δʼ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δʼ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι.ὡς δʼ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τʼ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθʼ ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι.ὁ δʼ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, διʼ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.ταῦτʼ ἐπιλεξάμενος ὁ συνύπατος αὐτοῦ Ποστόμιος — ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο — διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει· καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου· Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται βοηθεῖν. ἡμέρα δʼ ἤδη.διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστʼ ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως. τοῦθʼ ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς.γίνεταί τε μέγας ἀγὼν διʼ ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων. ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφʼ ἕνα καιρὸν ἀναπετάσαντες τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατʼ ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ χάρακι. τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπʼ ὀλίγον διώξας τοὺς καθʼ ἑαυτὸν τεταγμένους ἀνέστρεψεν·ὁ δʼ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων. ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων. τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπʼ αὐτὸν ἐκ τοῦ χάρακος· καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δʼ αὐτῶν κύκλῳ περιελάσαντες κατὰνώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δʼ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως.