ἀφικομένων δὲ τῶν πρεσβευτῶν ἀκούσαντες τοὺς λόγους οἱ Αἰκανοὶ πλαγίας αὐτοῖς ἔδοσαν ἀποκρίσεις, τὸ μὲν ἔργον οὐκ ἀπὸ κοινῆς λέγοντες γνώμης γεγονέναι, τοὺς δὲ δράσαντας οὐκ ἀξιοῦντες ἐκδιδόναι, πόλιν τʼ ἀπολωλεκότας καὶ ἀλήτας γεγονότας σφῶν τʼ ἐν τῇ πενίᾳἱκέτας. ἐφʼ οἷς ὁ Φάβιος ἀγανακτῶν καὶ τὰς ψευσθείσας πρὸς αὐτῶν ὁμολογίας ἀνακαλούμενος, ὡς εἶδεν εἰρωνευομένους τοὺς Αἰκανοὺς καὶ εἰς βουλὴν χρόνον αἰτουμένους ξενισμοῦ τε χάριν ἐπικατέχοντας αὐτόν, ὑπέμεινέ τε κατοπτεῦσαι τὰ ἐν τῇ πόλει πράγματα βουλόμενος· καὶ διεξιὼν ἅπαντα τόπον κατὰ πρόφασιν θεωρίας δημόσιόν τε καὶ ἱερόν, τά τʼ ἐργαστήρια πλήρη ὁρῶν ἅπαντα πολεμικῶν ὅπλων, τῶν μὲν ἤδη συντετελεσμένων, τῶν δʼ ἔτι ἐν χερσὶν ὄντων, ἔγνω τὴν διάνοιαν αὐτῶν.καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τʼ ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τʼ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δʼ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν.ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπʼ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν.ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπʼ ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν αὐτοῦ τὴν ἐπιγραφήν. ἄλλο δʼ οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη.ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός· Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον. οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν· καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ. καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας. καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτʼ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς· κἀν τούτοις μέντοι τὰ πολλὰἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἀφυλάκτους ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν· ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα. τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον. οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα.ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως· ἀλλʼ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους. τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε· τὸ δʼ αὐτὸ καὶ Κοίντιος ἐποίει.ἀφικόμενοι δʼ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτʼ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες,