μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τʼ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδʼ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον. ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.ὡς δʼ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτʼ εἴκοντες τοῖς πολεμίοις οὔτʼ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος.ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει.καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν αὐτοῖς τῆς ἀνανδρίας, τὰ δʼ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος.ταῦτʼ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.καὶ μετὰ τοῦτʼ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον. οὐ μέντοι δίωξίς γʼ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλʼ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες. ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι.προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς. ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες.ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τʼ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστʼ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τʼ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων· καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν.οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλʼ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστʼ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι.