ἐπεὶ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐποιεῖτο λόγους Αἰμίλιος, ὡς ἐπὶ τῷ πάντων ἀγαθῷ τῆς κληρουχίας ἐσομένης, οὐδὲ τοῦτο τὸ μέρος ἀνέλεγκτον ἐᾶσαι βούλομαι. ἐμοὶ γὰρ δοκεῖ τὸ αὐτόθι μόνον οὗτός γʼ ὁρᾶν, τὸ δὲ μέλλον οὐ προσκοπεῖν, ὅτι μικρὸν εἶναι δοκοῦν ἐπὶ τῶν δημοσίων τοῖς ἀργοῖς καὶἀπόροις πολλῶν ἔσται καὶ μεγάλων κακῶν αἴτιον. τὸ γὰρ ἔθος τὸ συνεισπορευόμενον ἅμα τούτῳ καὶ διαμένον ἐν τῇ πόλει καὶ μέχρι παντὸς ὀλέθριον ἔσται καὶ δεινόν· οὐ γὰρ ἐξαιρεῖ τὰς πονηρὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς τὸ τυγχάνειν αὐτῶν, ἀλλʼ αὔξει καὶ πονηροτέρας ποιεῖ. τεκμήρια δʼ ὑμῖν γενέσθω τούτων τὰ ἔργα· τί γὰρ δεῖ τοῖς λόγοις ὑμᾶς τοῖς ἐμοῖς ἢ τοῖς Αἰμιλίου προσέχειν;ἴστε δήπου πάντες, ὅσους ἐχειρωσάμεθα πολεμίους, καὶ ὅσην γῆν προὐνομεύσαμεν, καὶ ὅσα λάφυρα ἐκ τῶν ἁλόντων χωρίων ἐλάβομεν, ὧν οἱ πολέμιοι στερόμενοι τέως εὐδαίμονες ὄντες ἐν πολλῇ νῦν καθεστήκασιν ἀπορίᾳ· καὶ ὅτι τούτων οὐδενὸς ἀπηλάσθησαν οὐδὲ μεῖον ἐκτήσαντο ἐν ταῖς διανομαῖς οἱ τὴν ἀπορίαν ὀδυρόμενοι.ἆρʼ οὖν διὰ ταύτας τὰς ἐπικτήσεις ἐπανορθωσάμενοι φαίνονταί τι τῆς παλαιᾶς τύχης καὶ προεληλυθότες εἰς ἐπιφάνειαν τοῖς βίοις; ἐβουλόμην μὲν ἂν καὶ θεοῖς εὐξάμην, ἵνα ἧττον ἦσαν ἐπίσκηνοι λυπηροὶ τῇ πόλει, νῦν δʼ ὁρᾶτε γὰρ καὶ ἀκούετε αὐτῶν ὀδυρομένων, ὅτι ἐν ἐσχάτῃ εἰσὶν ἀπορίᾳ. ὥστʼ οὐδʼ εἰ ταῦτα, ἃ νῦν αἰτοῦνται, καὶ ἔτι πλείω τούτων λάβοιεν, ἐπανορθώσονται τοὺς βίους.οὐ γὰρ ἐν ταῖς τύχαις αὐτῶν ἐνοικεῖ τὸ ἄπορον, ἀλλʼ ἐν τοῖς τρόποις· οὓς οὐχ οἷον ὁ βραχὺς οὗτος ἐκπληρώσει κλῆρος, ἀλλʼ οὐδʼ αἱ σύμπασαι βασιλέων τε καὶ τυράννων δωρεαί. δράσομέν τʼ, εἰ καὶ ταῦτα συγχωρήσομεν αὐτοῖς, ὅμοια τοῖς πρὸς ἡδονὴν θεραπεύουσι τοὺς κάμνοντας ἰατροῖς. οὐ γὰρ τὸ νοσοῦν ὑγιασθήσεται τῆς πολιτείας μέρος, ἀλλὰ καὶ τὸ ὑγιαῖνον ἀπολαύσει τῆς νόσου. καθόλου τʼ, ὦ βουλή, πολλῆς ὑμῖν δεῖ ἐπιμελείας τε καὶ φροντίδος, ὅπως ἂν σώσητε πάσῃ προθυμίᾳ διαφθειρόμενα τὰ ἤθη τῆς πόλεως.ὁρᾶτε γάρ, εἰς ἃ προελήλυθεν ἡ τοῦ δήμου ἀκοσμία, καὶ ὡς οὐκέτι ἄρχεσθαι πρὸς τῶν ὑπάτων ἀξιοῖ· ᾧ γʼ οὐ μετεμέλησε τῶν ἐνθάδε πραττομένων, ἀλλὰ καὶ ἐπὶ στρατοπέδου τὴν αὐτὴν ἀπεδείξατο ἀκοσμίαν, ὅπλα τε ῥίψας καὶ τάξεις ἐκλιπὼν καὶ σημεῖα πολεμίοις προέμενος καὶ φυγῇ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐπονειδίστῳ χρησάμενος, ὥσπερ ἐμοῦ μόνον ἀφαιρησόμενος τὴν ἐκ τῆς νίκης δόξαν, ἀλλʼ οὐχὶ καὶ τῆς πατρίδος τὸ κατὰ τῶν ἐχθρῶν πάθος.καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν, ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρων δεόμεναι ἡγεμόνων.ἆρά γε δίκαιον ἢ καλὸν ἐπὶ τοιούτοις κατορθώμασι χάριν αὐτοῖς ὑμᾶς εἰδέναι, καὶ δημοσίαις ἐπικοσμεῖν δωρεαῖς κληρουχήσαντας τὴν γῆν, ἧς πολέμιοι κρατοῦσι τὸ κατὰ τούτους εἶναι μέρος; ἀλλὰ τί δεῖ τούτοις ἐγκαλεῖν, οἷς διʼ ἀπαιδευσίαν τε καὶ δυσγένειαν ὀλίγος ἐστὶ τῶν καλῶν λόγος, ὁρῶντας, ὡς οὐδʼ ἐν τοῖς ὑμετέροις ἤθεσι πᾶσιν ἔτι τὸ ἀρχαῖον οἰκεῖ φρόνημα, ἀλλʼ αὐθάδεια μὲν ἡ σεμνότης καλεῖται πρὸς ἐνίων, μωρία δʼ ἡ δικαιοσύνη, μανικὸν δὲ τὸ ἀνδρεῖον, καὶ ἠλίθιον τὸ σῶφρον; ἃ δὲ μισητὰ παρὰ τοῖς προτέροις ἦν, ταῦτα πυργοῦταί τε νῦν καὶ θαυμάσια ἡλίκα φαίνεται τοῖς διεφθαρμένοις ἀγαθά, ἀνανδρία καὶ βωμολοχία καὶ κακοήθεια καὶ τὸ πανούργως σοφὸν καὶ τὸ πρὸς ἅπαντα ἰταμὸν καὶ τὸ μηδενὶ τῶν κρειττόνων εὐπειθές· ἃ πολλὰς ἤδη πόλειςἰσχυρὰς λαβόντα ἐκ βάθρων ἀνέτρεψε. ταῦθʼ ὑμῖν, ὦ βουλή, εἴθʼ ἡδέα ἐστὶν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας καὶ παρρησίας εἴρηται, τοῖς μὲν πεισθησομένοις ὑμῶν, ἐὰν ἄρα πεισθῆτε, ἔν τε τῷ παρόντι χρήσιμα καὶ εἰς τὸ μέλλον ἀσφαλῆ· ἐμοὶ δʼ, ὃς ὑπὲρ τοῦ κοινῇ συμφέροντος ἰδίας ἀπεχθείας ἀναιροῦμαι, πολλῶν ἐσόμενα κινδύνων αἴτια. προορᾶν γὰρ ἱκανός εἰμι τὰ συμβησόμενα ἐκ λογισμοῦ, καὶ παραδείγματα ποιοῦμαι τἀλλότρια πάθη τῶν ἐμαυτοῦ.ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο. οἱ δὲ δήμαρχοι διʼ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτʼ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα· ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα. καὶ μετὰ ταῦτʼ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτʼ ἦν· ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε. ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότʼ ἀπολογησομένῳ.ἀγανακτούντων δʼ ἁπάντων τῶν πατρικίων καὶ παρεσκευασμένων ἁπάσῃ προθυμίᾳ σώζειν τὸν ἄνδρα, καὶ τὸν Ἄππιον παρακαλούντων εἶξαι τῷ καιρῷ καὶ σχῆμα ταῖς παρούσαις τύχαις ἁρμόττον μεταλαβεῖν, οὐδὲν ἔφη ποιήσειν ὁ ἀνὴρ οὔτʼ ἀγεννὲς οὔτε τῶν προγεγονότων ἔργων ἀνάξιον, μυρίους δʼ ἂν ὑπομεῖναι θανάτους πρότερον ἢ γονάτων ἅψασθαί τινος· τούς θʼ ὑπὲρ αὐτοῦ δεῖσθαι παρεσκευασμένους διεκώλυεν εἰπών, ὡς διπλασίως ἂν αἰδεσθείη ταῦθʼ ὑπὲρ αὐτοῦ ποιοῦντας ἑτέρους ὁρῶν, ἃ μηδʼ αὐτὸν ὑπὲρ ἑαυτοῦ πράττειν πρέποντα ἡγεῖται.