καὶ μετὰ τοῦθʼ οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν· ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν. αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις. καὶ μετὰ ταῦτʼ αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα.ἀποδειχθέντων δὲ μετʼ ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες.καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότʼ ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ διʼ αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος πρὸ αὐτῶν, ἐμισήθη.τότε δʼ οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς. οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι τοὺς πρεσβυτάτους ἠξίουν.ἦν δʼ ὁ πρῶτος ὑπʼ αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν, ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται. πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπʼ ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν.ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια καινὰ πάντων εἶναι, τὰ δʼ ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ τῆς βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης. καὶ τοῦτʼ ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότʼ αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι μέγα φρονεῖν·ἐπεὶ τοῖς γʼ ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδʼ εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων,καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις. ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι.ταῦτʼ εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθʼ ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντʼ αὐτῇ τέλος· ἀλλʼ εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας δοὺς καλάς·οὔθʼ οἱ μετὰ τὸ προβούλευμα λαχόντες ὕπατοι τέλος τοῖς ἐψηφισμένοις ἐπέθεσαν ὁρῶντες, ὅσων εἰσελεύσεται κακῶν εἰς τὴν πόλιν ἀρχὴ συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν· αἵ τε μετʼ ἐκείνους πεντεκαίδεκα ὑπατεῖαι πολλῶν αὐταῖς ἐπαχθέντων ὑπὸ τοῦ δήμου κινδύνων οὐδὲν ὑπέμειναν, ὃ μὴ συνέφερε τῷ κοινῷ πράττειν, διὰ τὸ μηδʼ ἐξεῖναι σφίσι κατὰ τὸ προβούλευμα τοὺς γεωμόρους ἀποδεικνύειν,ἀλλὰ τοῖς πρώτοις ἐκείνοις ὑπάτοις. ὥστʼ οὐδʼ ὑμῖν, ἔφησεν, ὦ Οὐαλέριε, καὶ σὺ Αἰμίλιε, γῆς ἀναδασμοὺς εἰσφέρειν, οὓς οὐκ ἐπέταξεν ὑμῖν τὸ συνέδριον, οὔτε καλῶς ἔχει, προγόνων οὖσιν ἀγαθῶν, οὔτʼ ἀσφαλῶς. καὶ περὶ μὲν τοῦ προβουλεύματος, ὡς οὐ κρατεῖσθε ὑπʼ αὐτοῦ οἱ τοσούτοις ὕστερον ὑπατεύσαντες χρόνοις,ταῦθʼ ἱκανά. περὶ δὲ τοῦ βιασαμένους τινὰς ἢ λαθόντας σφετερίσασθαι τὰ δημόσια βραχὺς ἀπαρκεῖ μοι λόγος. εἰ γάρ τις οἶδε καρπούμενόν τινα, ὧν οὐκ ἔχει κτῆσιν ἀποδεῖξαι νόμῳ, μήνυσιν ἀπενεγκάτω πρὸς τοὺς ὑπάτους καὶ κρινάτω κατὰ τοὺς νόμους, οὓς οὐ νεωστὶ δεήσει γράφειν· πάλαι γὰρ ἐγράφησαν, καὶ οὐδεὶς αὐτοὺς ἠφάνικε χρόνος.